Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.102 Joseph. AJ 2.107 (English) >>Joseph. AJ 2.111

2.105

Καὶ Ῥουβῆλος μὲν τούτοις ἐπειρᾶτο πείθειν τὸν Ἰώσηπον περὶ αὐτῶν τὰ ἀμείνω φρονῆσαι, δὲ τὸν Ἰάκωβον ζῶντα μαθὼν καὶ τὸν ἀδελφὸν οὐκ ἀπολωλότα τότε μὲν εἰς τὴν εἱρκτὴν αὐτοὺς ὡς ἐπὶ σχολῆς βασανίσων ἐνέβαλε, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν προαγαγὼν αὐτούς, 2.106ἐπεί, φησί, διισχυρίζεσθε μήτʼ ἐπὶ κακουργίᾳ τῶν βασιλέως ἥκειν πραγμάτων εἶναί τε ἀδελφοὶ καὶ πατρὸς οὗ λέγετε, πείσαιτʼ ἄν με ταῦθʼ οὕτως ἔχειν, εἰ καταλίποιτε μὲν ἐξ αὑτῶν ἕνα παρʼ ἐμοὶ μηδὲν ὑβριστικὸν πεισόμενον, ἀποκομίσαντες δὲ τὸν σῖτον πρὸς τὸν πατέρα πάλιν ἔλθοιτε πρὸς ἐμὲ τὸν ἀδελφόν, ὃν καταλιπεῖν ἐκεῖ φατε, μεθʼ ἑαυτῶν ἄγοντες· τοῦτο γὰρ ἔσται πίστωμα τῆς ἀληθείας.” 2.107 οἱ δʼ ἐν μείζοσι κακοῖς ἦσαν ἔκλαιόν τε καὶ συνεχῶς πρὸς ἀλλήλους ἀνωλοφύροντο τὴν Ἰωσήπου συμφοράν, ὡς διὰ τὰ κατʼ ἐκείνου βουλευθέντα τιμωροῦντος αὐτοὺς τοῦ θεοῦ τούτοις περιπέσοιεν, Ῥουβῆλος δὲ πολὺς ἦν ἐπιπλήττων αὐτοῖς τῆς μετανοίας, ἐξ ἧς ὄφελος οὐδὲν Ἰωσήπῳ γίνεται· φέρειν δʼ αὐτοὺς πᾶν τι καὶ πάθοιεν κατʼ ἐκδικίαν ἐκείνου δρῶντος αὐτὰ τοῦ θεοῦ καρτερῶς ἠξίου. 2.108ταῦτα δʼ ἔλεγον πρὸς ἀλλήλους οὐχ ἡγούμενοι τὸν Ἰώσηπον γλώσσης τῆς αὐτῶν συνιέναι. κατήφεια δὲ πάντας εἶχε πρὸς τοὺς Ῥουβήλου λόγους καὶ τῶν πραγμάτων μετάμελος, ὥσπερ οὖν καὶ τῶν ταῦτα ψηφισαμένων, ἐφʼ οἷς δίκαιον ἔκρινον τὸν θεὸν κολαζόμενοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.102 Joseph. AJ 2.107 (English) >>Joseph. AJ 2.111

Powered by PhiloLogic